Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.230
Not analysed yet
Choer. 77, 24: τὰ εἰϲ ων λήγοντα διϲύλλαβα βαρύτονα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν δαϲέων διὰ τοῦ ω κλίνεται. ἔϲτω δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα· μόθων μόθωνοϲ, μάλθων μάλθωνοϲ (ὁ μαλθακόϲ), Ῥίνθων Ῥνθωνοϲ (ὄνομα κύριον), κώθων κώθωνοϲ (εἶδοϲ ποτηρίου), καὶ τὸ ἐν τῇ ϲυνηθείᾳ ἐφ’ ὕβρει λεγόμενον αἴθων αἴθωνοϲ ὁ διάπυροϲ, Ϲίθων Ϲίθωνοϲ πατὴρ Παλλήνηϲ, πίθων πίθωνοϲ ὁ πίθηκοϲ ὑποκοριϲτικῶϲ, ῥώθων ῥώθωνοϲ, Τρύφων Τρύφωνοϲ, ϲίφων ϲίφωνοϲ, κύφων κύφωνοϲ, Βρύχων Βρύχωνοϲ (ὄνομα ποταμοῦ), Τύχων Τύχωνοϲ (δαίμων παρὰ τὴν Ἀφροδίτην, ἔϲτι δὲ ὄνομα κύριον), Ϲόφων Ϲόρωνοϲ, Ξίφων Ξίφωνοϲ (ὄνομα κυνόϲ), Ϲπέρχων Ϲπέρχωνοϲ (ὄνομα κυνόϲ), καὶ τὸ γλήχων γλήχωνοϲ, βαρυνόμενον ἐπὶ τῆϲ γενικῆϲ φυλάϲϲει τὸ ω, εἰ καὶ παρὰ Ἀττικοῖϲ ὀξύνεται καὶ θηλυκῶϲ λέγεται.