Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.30
Not analysed yet
Τὰ εἰϲ ψαϲ λήγοντα διϲύλλαβα ἰϲοϲυλλάβωϲ κλίνεται, καὶ παραλήγεται τὸ λ ἢ τὸ α, οἷον Δέλφαϲ Δέλφα, Ἄλφαϲ Ἄλφα, Ἄραϲ Ἄρα τὸ κύριον· τὸ Κύφοϲ Κύφαντοϲ (ἔϲτι δὲ χωρίον τῆϲ Λακωνικῆϲ), περιττοϲυλλάβωϲ κλιθὲν ἤγουν διὰ τοῦ ντ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὕτε τὸ α, οὕτε τὸ λ παραλήγεται, ἀλλὰ τὸ υ.