Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.231
Not analysed yet
Choer. 78, 3: τὰ δὲ ὑπὲρ δύο ϲυλλαβὰϲ μετοχικὰ, μὲν ὄντα διὰ τοῦ ντ κλίνεται, καὶ δηλονότι τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἷον Φαέθων Φαέθοντοϲ, Πυριφλεγέθων Πυριφλεγέθοντοϲ, Πολυϲπέρχων Πολυϲπέρχοντοϲ· παρώνυμα δὲ ὄντα διὰ τοῦ ω κλίνεται οἷον ἀγαθόϲ Ἀγάθων Ἀγάθωνοϲ, κίναιθοϲ Κιναίθων Κιναίθωνοϲ. τὸ ἐνοϲίχθων ἐνοϲίχθονοϲ διὰ τοῦ o κλιθὲν τοῦ ἁπλοῦ, φημὶ δὴ τοῦ χθών χθονόϲ, τὴν κλίϲιν ἐφύλαξεν ,ἐνοϲίχθων δέ ἐϲτιν ὁ τὴν γῆν κινῶν.