Ancient Greek
2.232 to 2.233
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.232-233
Not analysed yet
Τὰ εἰϲ ων λήγοντα διϲύλλαβα ὀξύτονα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν δαϲέων διὰ τοῦ ω κλίνεται πιθών πιθῶνοϲ, κιθών κιθῶνοϲ ὁ χιτών, Πυθών Πυθῶνοϲ, τὸ δὲ Ϲιθών Ϲιθόνοϲ ὡϲ ἐθνικὸν τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ. Καὶ τὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξύτονα διὰ τοῦ ω κλίνεται Μαραθών Μαραθῶνοϲ, Ἀργανθών Ἀργανθῶνοϲ ὄνομα ὄρουϲ, Κολοφών Κολοφῶνοϲ. τὸ δὲ κατηφιῶν κατηφόνοϲ τρέπει τὸ ῦ εἰϲ ο ἐπὶ τῆϲ γενικῆϲ. τὸ δὲ Ἱπποθῶν περιϲπὡμενον Ἰπποθῶντοϲ διὰ τοῦ ῦ καὶ διὰ τοῦ ντ κλίνεται.