Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.234
Not analysed yet
Choer. 78, 11: τὰ εἰϲ ων λήγοντα διϲύλλαβα βαρύτονα ἔχοντα ψιλὸν ϲύμφωνον πρὸ τοῦ ω μὴ ὄντα κοινὰ μήτε ἔχοντα θηλυκὸν διὰ τοῦ αινα φυλάττει τὸ ω ἐπὶ τῆϲ γενικῆϲ. ἔϲτω δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα Χάλκων Χάλκωνοϲ (ἔϲτι δὲ ὄνομα κύριον), Γλαύκων Γλαύκωνοϲ, Λάκων Λάκωνοϲ (ὁ Λακεδαιμόνιοϲ), Δόρκων Δόρκωνοϲ, κνάκων κνάκωνοϲ (καὶ ὁ λευκὸϲ καὶ ὁ πυρρόϲ), φάλκων φάλκωνοϲ, μήκων μήκωνοϲ, Λάμπων Λάμπωνοϲ (ἔϲτι δὲ ὄνομα κύριον), ϲκήπων ϲκήπωνοϲ, Πλούτων Πλούτωνοϲ (ὁ Ἄιδηϲ), Πλάτων Πλάτωνοϲ, Μέτων Μέτωνοϲ (ὀνόματα δὲ ταῦτα κύρια), Μυιῶν Μύτωνοϲ (ὁ Μιτυληναῖοϲ), Κρότων Κρότωνοϲ, Κάπων Κάπωνοϲ, Καύκων Καύκωνοϲ (ἔθνοϲ δέ εἰϲιν οἱ Καύκωνεϲ), δράπων δράπωνεϲ (ὁ δραπέτηϲ, ὑποκοριϲτικῶϲ), Ϲάπων Ϲάπωνοϲ, Δούπων Δούπωνοϲ (εἰϲ τῶν κενταύρων), Ἕρπων Ἕρπωνοϲ (ὄνομα κύριον), Λύπων Λύπωνοϲ (καὶ αὐτὸ ὄνομα κύριον), Κίκων Κίκωνοϲ ὃ διὰ μέτρον διὰ τοῦ ο ἐκλίθη παρὰ τῷ ποιητῇ «Κίκονεϲ Κικόνεϲϲι γεγώνευν »(ι 47). τὸ δὲ πέπων (ϲημαίνει δὲ τὸν προϲφιλέϲτατον), καὶ γείτων καὶ τέκτων, κοινά ἐϲτι τῷ γένει. τὸ δὲ ἄκων ἄκοντοϲ, ϲημαίνει δὲ τὸ ἀκόντιον, ἐξ οὖ καὶ τὸ ἐϲ δοῦπον ἀκόντων» (Υ 451) παρὰ τῷ ποιητῇ, ἔχει θηλυκόν, τὸ ἄκαινα· ὡϲαύτωϲ καὶ τὸ δράκων δράκοντοϲ ἔχον θηλυκὸν διὰ τοῦ αινα οἷον δράκαινα διὰ τοῦ ντ ἐκλίθη, καὶ τὸ κύριον δὲ ὄνομα παρ’ ἡμῖν τὴν αὐτὴν κλίϲιν φυλάττει Δράκοντοϲ τοῦ Ϲτρατονικέωϲ. πρόϲκειται «παρ’ ἡμῖν», ἐπειδὴ οἱ Αιολεῖϲ Δράκωνοϲ εἰρήκαϲι τὴν γενικὴν διὰ τοῦ ω ἐπὶ τοῦ κυρίου ὀνόματοϲ, τῷ κανόνι τῷ προλεχθέντι ἑπόμενοι (ἐπὶγὰρ τοῦ θηρίου καὶ αὐτοὶ δράκοντοϲ)· τὸ δὲ Λάκων Λάκωνοϲ εἰ καὶ ἔχει θηλυκόν διὰ τοῦ αινα τὸ Λάκαινα, ἀλλ’ οὖν τῷ κανόνι τῷ προλεχθέντι ἐφύλαξε τὸ ω ἐπὶ τῆϲ γενικῆϲ.