Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.235
Not analysed yet
Καὶ τὰ ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα διὰ τοῦ ω κλίνεται οἰον ϲαλάκων ϲαλάκωνοϲ, Χαρίτων Χαρίτωνοϲ, Ἀρίϲτων Ἀρίϲτωνοϲ, Κεράτων εράτωνοϲ, Μελίτων Μελίτωνοϲ. τὸ Τριάκων (ἔϲτι δὲ ὄνομα κύριον) διὰ τοῦ ντ ἐκλίθη οἷον Τριάκοντοϲ, καὶ ἴϲωϲ ἐπειδὴ γειτνιᾶ τοῦτο τῷ τριάκοντα ἀριθμῷ· τὸ μέντοι θεράπων θεράποντοϲ ὡϲ ἔχον θηλυκόν, λέγω δὴ διὰ τοῦ αινα, φημὶ δὴ τὸ θεράπαινα, διὰ τοῦ ντἐκλίθη ὁμοίωϲ τῷ λέων λέοντοϲ λέαινα.