Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.236
Not analysed yet
Τὰ εἰϲ ων ὀξύτονα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν ψιλῶν, μὴ ὄντα ἐθνικά, φυλάττει τὸ ἐπὶ τῆϲ γενικῆϲ οἷον ἀγκών ἀγκῶνοϲ, κροτών κροτῶνοϲ εἶδοϲ ζῴου φθαρτικοῦ, Πλατανιϲτών Πλατανιϲτῶνοϲ ὄνομα ποταμοῦ. πρόϲκειται «μὴ ὄντα ἐθνικὰ» διὰ τὸ Βιϲτών Βιϲτόνοϲ, ἐθνικὸν γὰρ καὶ διὰ τοῦ ο κλίνεται. τὸ δὲ εἰκών εἰκόνοϲ θηλυκόν. τὸ δὲ Εὐρυπῶν περιϲπώμενον διὰ τοῦ ντ κλίνεται.