Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.65
Not analysed yet
Choer. 128, 14: τὰ εἰϲ αϲ ἰϲοϲυλλάβωϲ κλινόμενα ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν κλητικὴν οἷον ὁ Ζηνᾶϲ τοῦ Ζηνᾶ ὦ Ζηνᾶ, ὁ Μητρᾶϲ τοῦ Μητρᾶ ὦ Μητρᾶ, ὁ κοχλίαϲ τοῦ κοχλίου ὤ κοχλία, ὁ Αἰνείαϲ τοῦ Αἰνειοῦ ὦ Αἰνεία, ὁ Παπίαϲ τοῦ Παπίου ὦ Παπία. χωρὶϲ τῶν Ἀττικῶν, οἱ γὰρ Ἀττικοὶ τὰϲ αὐτὰϲ ἔχουϲιν ὀρθὰϲ καὶ κλητικάϲ, ὁ Αἰνείαϲ ὦ Αἰνείαϲ, ὁ κοχλίαϲ ὤ κοχλίαϲ, καὶ χωρὶϲ τοῦ ἀκαμαντοχάρμαν Αἶαν παρὰ Πινδάρῳ· οὖτοϲ γὰρ τὴν κλητικὴν εἰϲ ν εἶπεν, οἷον ὑπερμενὲϲ ἀκαμαντοχάρμαν Αἶαν