Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.66
Not analysed yet
Choer. 128, 30: πᾶϲα δοτικὴ ἑνικῶν εἰϲ ᾳ ἢ εἰϲ ῳ λήγουϲα ὁμόφωνον ἔχει τὴν εὐθεῖαν τῶν δυϊκῶν, ἀλλ’ ἐν τοῖϲ δυϊκοῖϲ οὐκ ἔϲτι τὸ ι προϲγεγραμμένον οἷον τῷ κοχλίᾳ, τῶ κοχλία, τῷ Αἰνείᾳ τὼ Αἰνεία, τῷ καλῷ τὼ καλώ, τῷ ϲοφῷ τῶ ϲοφώ. δεῖ δὲ γινώϲκειν ὅτι ἐκτείνεται τὸ α ἐν τῇ εὐθείᾳ τῶν δυικῶν, ὥϲπερ καὶ ἐν τῇ δοτικῇ τῶν ἑνικῶν, ἀλλ’, ὡϲ εἴρηται, οὐκ ἔϲτι τὸ ι προϲγεγραμμένον ἐν τῇ εὐθείᾳ τῶν δυικῶν, οὐδὲ γάρ ἐϲτι τὸ ι τελικὸν τῆϲ εὐθείᾳϲ τῶν δυικῶν· τελικὰ γὰρ τῆϲ εὐθείαϲ τῶν δυικῶν τρία ἐϲτὶν α, ε ω, οἷον Ἀτρείδα, Ἔτορε, φίλω.