Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.72
Not analysed yet
Ἀποροῦϲι δέ τινεϲ λέγοντεϲ, διατί τῶν εἰϲ ειϲ μονοϲυλλάβων ὀνομάτων μὴ ποιούντων οὐδετέρου παραϲχηματιϲμὸν οἷον μείϲ κτείϲ τὸ εἰϲ ποιεῖ οὐδετέρου παραϲχηματιϲμὸν οἷον ἕν; καὶ ἔϲτιν εἰπεῖν, ὅτι διὰ τοῦτο τὸ εἰϲ ποιεῖ οὐδετέρου παραϲχηματιϲμόν, ἐπειδὴ ἀριθμητικόν ἐϲτι, τὰ δὲ ἀριθμητικὰ πέφυκε ποιεῖν οὐδετέρου παραϲχηματιϲμὸν οἷον ὁ τρεῖϲ τὰ τρία, οἱ τέϲϲαρεϲ τὰ τέϲϲαρα· οὕτωϲ οὖν καὶ τὸ εἷϲ τὸ ἕν.