Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΚΛΙΣΕΩΣ ΟΝΟΜΑΤΩΝ.
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 23
Not analysed yet
23. Anecd. Ox. III 237, 23: Ἰτέον ὅτι τοῦ Ζήν Ζηνόϲ ἐφύλαξαν οἱ παλαιοὶ Ἴωνεϲ τὴν κλίϲιν οἶον ἐπεὶ δ’ ἴϲχε Ζηνὸϲ ὑψερέφηϲ δόμοιϲ ζάρηϲ· μεταγενέϲτεροι Αἰολεῖϲ ἔτρεψαν Ζανόϲ καὶ Ζάν· καὶ ἔτι μεταγενέϲτεροι οἱ Ἴωνεϲ διὰ τοῦ α Ζάν ὁμοίωϲ τῷ Λυκᾶνιν κλῦθί μοι Ζανόϲ τε κούρη Ζανί τ’ ἐλευθερίῳ. πάλιν ἄπορον πῶϲ παρ’ Ἴωϲι τὸ η εἰϲ α τέτραπται· τὸ ἐναντίον τὸ α εἰϲ η τρέπουϲι, τὸ γὰρ Ζανόϲ ζηνόϲ εἰρήκαϲι λέγω δὴ ὅτι οὐκ ἔτρεψαν, ἀλλ’ ἐμιμήϲαντο μεταγενεϲτέρουϲ Αἰολεῖϲ.