Ancient Greek
24 to 27
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 24-27
Not analysed yet
Περὶ τῶν εἰϲ ιν καὶ εἰϲ υν. Περὶ τῶν εἰϲ ων. 24. Mon. 10, 22: δῆλον ὅτι κατὰ ταῦτα πάντα μονῆρέϲ ἐϲτι τὸ ὄνομα (sc. Ποϲειδῶν) οὔτε τοῖϲ ὀξυνομένοιϲ τὴν αὐτὴν ἀκολουθίαν ϲῶζον οὔτε τοῖϲ περιϲπωμένοιϲ· τὴν δὲ τούτων κλίϲιν ἐν τῇ κλίϲει τῶν ὀνομάτων δηλοῦμεν. 25. Eustath. 346, 15: Ἡρωδιανὸϲ τοῖϲ εἰϲ ων περιϲπωμένοιϲ οἷον Δημοφῶντι καὶ Ξενοφῶντι καὶ τοῖϲ ὁμοίοιϲ ϲυντεταχὼϲ καὶ τὸν Τυφῶνα καὶ ταῶνα λέγει, ὡϲ μόνον τὸ Τυφῶν καὶ ταῶν οὐκ ἐκλίθη διὰ τοῦ ντ, ἐπεὶ καὶ ἑτέραν ἔϲχε παράλξιν Τυφῶϲ γὰρ καὶ ταῶϲ διὰ τοῦ ϲ. 26. Eustath. 1615, 22. λέγει Ἡρωδιανὸϲ ὅτι διὰ τοῦ ω κλίνονται Λάκωνεϲ Κίκωνεϲ· τὸ μέντοι Κικόνεϲϲι πέλαϲϲεν» (ι 39) διὰ μέτρον φηϲὶν οὕτωϲ κλιθῆναι. 27. Eustath. 141, 26. Ἡρωδιανὸϲ λέγει ὅτι τὸ Ϲιδῶνοϲ γραφόμενον ὡϲ Ἀντρῶνοϲ Πλευρῶνοϲ μετέπεϲε παρ’ Ὁμήρῳ ϲυνεπενεχθὲν τοῖϲ εἰϲ δῶν λήγουϲι ῥηματικοῖϲ ἤγουν τῷ ἀλγηδόνοϲ, ἀηδόνοϲ.