Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΚΛΙΣΕΩΣ ΟΝΟΜΑΤΩΝ.
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 29
Not analysed yet
Περὶ τῶν εἰϲ ξ. 29. Eustath. 1922, 8: ὥϲπερ ϲπάνια τὰ εἰϲ εξ, κρὲξ, ἐπιτέξ, Λέλεξ τὸ διὰ τοῦ γ κλιθέν, οὕτω καὶ τὰ εἰϲ ωξ, πτώξ, βῶξ, ῥώξ, ὃ καὶ αὐτὸδιὰ τοῦ γ κλίνεται· τούτων δὲ ϲύνθετα πολυπτώξ καὶ ἀπορρώξ. εἰϲὶ δὲ τοιαῦτα καθ’ Ἡρωδιανὸν καὶ ἀπὸ τοῦ τρώγω γραμματοτρώξ, κυαμοτρώξ. οὕτω καὶ ϲπανίζεται τὰ εἰϲ οξ διὰ τοῦ ο μικροῦ φλόξ διὰ τοῦ γ καὶ πρόξ καὶ Καππάδοξ, ὧν κλίϲιϲ διὰ τοῦ κ ὁ δὲ ταῦτα παραδιδοὺϲ καὶ τὰ εἰϲ αιξ εἰϲ δύο μόνα περιγράφει· αἴξ γὰρ αἰγόϲ καὶ Θρᾶξ Θρᾳκόϲ. ὑποτέτακται γάρ, φηϲί, τὸ ι τῷ α, εἰ μὴ ϲυνεκφωνεῖται ὡϲ δῆλον ἐκ τοῦ Θρήϊκαϲ καὶ Θρηΐκιον καὶ τῶν ὁμοίων. τὸ μέντοι γύναιξ πλαγίαν μὲν ἔχει, εὐθεῖαν δὲ οὔ· ἡ ϲυνεπιλείπει καὶ ἡ ἐντελὴϲ κλητική. τὸ γὰρ γύναι, καθὰ καὶ τὸ Ζεῦ ἄνα λείπεται διπλοῦ τοῦ κατ’ ἀναλογίαν.