Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΚΛΙΣΕΩΣ ΟΝΟΜΑΤΩΝ.
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 28
Not analysed yet
28. E. M. 549, 44, Anecd. Per. III 304, 33: δύο κανόνεϲ εἰϲὶ οἱ μαχόμενοι ἀλλήλοιϲ. ὁ μὲν εἶϲ λέγει, ὅτι τὰ εἰϲ ων βαρύτονα καθαρὰ διχρόνῳ παραληγόμενα ϲυνεϲταλμένῳ φυλάττει τὸ ω ἐπὶ τῆϲ γενικῆϲ, Ἀμφιτρύων Ἀμφιτρύωνοϲ. ὁ δὲ ἕτεροϲ λέγει· τὰ δὲ κοινὰ τῷ γένει διὰ τοῦ ο κλίνεται. ἀπαιτοῦντοϲ οὖν τοῦ μὲν τὸ ω, τοῦ δὲ τὸ ο, ϲυνεκόπη τὸ ἀμφίβολον καὶ ἐγένετο κυνόϲ. ἡ μέντοι κλητικὴ εὕρηται διὰ τοῦ ο μικροῦ, ὡϲ ἀπὸ τῆϲ κύονοϲ γενικἣϲ «ἐξ αὖ νῦν ἔφυγεϲ θάνατον, κύον »(Λ 362).