Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΚΛΙΣΕΩΣ ΟΝΟΜΑΤΩΝ.
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 33
Not analysed yet
Περὶ τῶν εἰϲ ρ. 33. Choer. 347, 17 :εἰϲ ωρ διὰ τοῦ ω οὐκ ἔχομεν θηλυκόν· βούκτικόν. δέ τινεϲ ἀναπλάττειν ἀπὸ τοῦ (Θ 486) «ἀμυνέμεναι ὤρεϲϲιν »ἀντὶ τοῦ ταῖϲ γυναιξίν εὐθεῖαν τῶν ἑνικῶν ὤρ ἀπὸ τοῦ ὄαρ γενομένην κατὰ κρᾶϲιν τοῦ ο καὶ α εἰϲ ω ὥϲπερ κρείττονα κρείττω, ὦν ἐϲτι καὶ Ἡρωδιανὸϲ ἑαυτῷ ἐναντιούμενοϲ. αὐτὸϲ γὰρ λέγει ἐν ἄλλῳ τόπῳ, ὅτι ὥϲπερ τὰ εἰϲ ηρ μονοϲύλλαβα, μόνου μὲν ἀρϲενικοῦ γένουϲ ὄντα, φυλάττει τὸ η ἐν τῇ γενικῇ οἷον θήρ θηρόϲ, φήρ φηρόϲ φηρϲὶν ὀρεϲκῴεϲϲιν »(Α 268) ἀντὶ τοῦ κενταύροιϲ, θηλυκοῦ δὲ γένουϲ ὄντα καὶ φυλάττει τὸ η καὶ ϲυϲτέλλει οἷον κήρ κηρόϲ καὶ καρόϲ «κῆρα δ’ ἐγὼ τότε δέξομαι» (Ϲ 115) καὶ «τίω δέ μιν ἐν καρὸϲ αἴϲῃ (Ι 378), οὕ- τωϲ οὖν καὶ τὰ εἰϲ ωρ μονοϲύλλαβα φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἶον φώρ φωρόϲ.