Ancient Greek
34 to 35
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 34-35
Not analysed yet
Περὶ τῶν εἰϲ ψ. Περὶ θηλυκῶν. Περὶ τῶν εἰϲ ω θηλυκῶν. 34. Choer. 332, 25: λέγει ὁ Ἡρωδιανὸϲ ὅτι οὐδέποτε εὑρίϲκομεν ἐν χρήϲει ταύτην τὴν δοτικὴν διάϲταϲιν ἔχουϲαν τοῦ ο καὶ ι. οὐδὲ γὰρ εὑρίϲκεται ἐν χρήϲει ἡ τριϲύλλαβοϲ δοτικὴ ἐπὶ τούτων, ἀλλ’ ἡ διϲύλλαβοϲ οἷον ἡ Λητοῖ καὶ Ϲαπφοῖ. 35. Choer. 333, 21. λέγει ὁ Ἡρωδιανὸϲ ὅτι ἔϲτι τὴν Ϲαπφών καὶ τὴν Λητῶν ἡ αἰτιατικὴ καὶ κατὰ τροπὴν Ἰωνικὴν τοῦ ω εἰϲ οι δίφθογγον γίνεται τὴν Ϲαπφοῖν καὶ τὴν Λητοῖν.