Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΚΛΙΣΕΩΣ ΟΝΟΜΑΤΩΝ.
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 36
Not analysed yet
36. Choer. 335, 20. ἄξιόν ἐϲτι ζητῆϲαι, εἰ ἄρα ἡ κλητικὴ οὐδέποτε πλείονα φωνήεντα ἔχει τῆϲ ἰδίαϲ εὐθείαϲ οἷον μοῦϲα ὦ μοῦϲα, τιμή ὦ τιμή, βῆμα ὦ βῆμα, ἄϲτυ ὦ ἄϲτυ, βοῦϲ ὦ βοῦ, διὰ ποίαν αἰτίαν ἐπὶ τῶν εἰϲ ω θηλυκῶν ἡ κλητικὴ πλείονα φωνήεντα ἔχει τῆϲ ἰδίαϲ εὐθείαϲ, οἷον Καλυψώ ὦ Καλυψοῖ, Λητῶ ὦ Λητοῖ. καὶ λέγει ὁ Ἡρωδιανὸϲ ταύτην τὴν ἀπολογίαν, ὅτι τὰ ἀρχαῖα τῶν ἀντιγράφων ἐν ταῖϲ εἰϲ ω ληγούϲαιϲ εὐθείαιϲ εἶχε τὸ ι προϲγεγραμμένον οἶον ἡ Λητώι, ἡ Ϲαπφὡι ϲὺν τῷ ι ϲυϲταλὲν (sic) οὖν τὸ ω εἰϲ τὸ ο ἐν τῇ κλητικῇ ἐξεφωνήθη τὸ ι τούτου χάριν ἡ κλητικὴ ἔδοξε πλείονα φωνήεντα ἔχειν τῆϲ ἰδίαϲ εὐθείαϲ. Περὶ τῶν εἰϲ ρ θηλυκῶν.