Ancient Greek
ΒΙΒΛΟΝ Α.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 10
Not analysed yet
Ἴϲωϲ περιϲπᾶται. ἀλλ᾿ οὐδὲν εἰϲ ων λῆγον περιϲπώμενον ὑπὲρ δύο ϲυλλαβὰϲ φύϲει μακρὰν παραλήγεται. Ἀντιφῶν, Ξενοφῶν, Εὐρυφῶν, Ὁμήρου υἱόϲ, Νικοφῶν ὁ κωμικόϲ, Ἀριϲτοφῶν, Ἀγλαοφῶν, ὁ Βελλεροφόντηϲ κατά τιναϲ Βελλεροφῶν, καὶ ἄλλα πολλὰ τοιαῦτα· Χαρναβῶν, Ϲοφοκλῆϲ Τριπτολέμῳ καὶ Χαρναβῶντοϲ, ὃϲ Γετῶν ἄρχει τὰ νῦν, Εὐρυπῶν· Λακεδαιμονίοιϲ Εὐρυπωντίδαι· Ϲυλοϲῶν, Δεξικρῶν Ϲιμωνίδηϲ (?),Ἑρμοκρῶν παιδοτρίβηϲ τιϲ ἱϲτορεῖται, Καλλικῶν, Δηικῶν ὁ Ἡρακλέουϲ, Ἡρακλῶν ὁ περὶ Ἰλιάδοϲ γράψαϲ καὶ Ὀδυϲϲείαϲ, Ἀθηνακῶν ὁ τὰ Ϲαμοθρᾴκια γράψαϲ, Λαοκῶν, ἄλλο πλῆθόϲ ἐϲτι τοιοῦτον ὀνομάτων περιϲπωμένων μὴ ἐχόντων πρὸ τέλουϲ φύϲει μακράν.