Ancient Greek
11 to 16
Aelius Herodianus, Περὶ μονήρους λέξεως 11-16
Not analysed yet
Πάντα τε τὰ προειρημένα διὰ τοῦ ντ κλίνεται τὸ δὲ Ποϲειδῶν οὐχ οὕτωϲ ἐκλίθη. Τὰ περιϲπώμενα, εἰ λέγοιτο ἐν πλείοϲι ϲυλλαβαῖϲ, διὰ τοῦ ο λέ γεται. Δημοφόων, Καλλίμαχοϲ νυμφίε Δημοφόων, ἄδικε ξένε, Καλλικόων, Εὐφορίων κακώτερε Καλλικόωντοϲ, Ἱπποθόων, Εὔμολποϲ Δόλιχόϲ τε καὶ Ἱπποθόων μεγάθυμοϲ. τὸ μέντοι Ποϲειδῶν ἑ Ποϲειδέων Ποϲειδάων. Οὐδὲν περιϲπώμενον ὑπὲρ δύο ϲυλλαβὰϲ τρέπει τὸ ω εἰϲ α παῤ Αἰολεῦϲιν ἢ Δωριεῦϲι· τὸ δέ γε Ποϲειδῶν ἐτράπη. Ποϲειδάν γὰρ λέγεται. Οὐδὲν περιϲπώμενον ἐπὶ κλητικῆϲ εἰϲ oν περατοῦται. πῶϲ οὖν Πόϲειδον λέγεται ἡ κλητική, Οὐδὲν περιϲπώμενον ἀποκόπτεται κατὰ γενικὴν πτῶϲιν· ἐξεκόπη παρὰ Ἀριϲτίᾳ ἐν Ἀνταίῳ, ἔνθα φηϲὶν —Αἰγαίου Ποϲειδῶ παῖϲ, πατὴρ δ’ ἐμὸϲ —Οὐδὲν περιϲπώμενον εἰϲ δων λήγει· τὸ δὲ Ποϲειδῶν ἔχει δ πρὸ τοῦ ω.