Ancient Greek
13 to 17
Aelius Herodianus, Περὶ μονήρους λέξεως 13-17
Not analysed yet
Πολύϲ. τὰ εἰϲ λυϲ λήγοντα καθαρὸν ἔχοντα τὸ υ ϲυνεϲταλμένον βαρύνεϲθαι θέλει, θῆλυϲ, φόλυϲ. φόλυεϲ κύνεϲ παρὰ τῷ Ἀντιμάχῳ, ἔπηλυϲ, νέηλυϲ, ὄλολυϲ τὸ προϲηγορικὸν εἶτε τὸ κύριον, Ζῆλυϲ ὁ ποταμόϲ, ἔγχελυϲ, μόλυϲ. ϲημειῶδεϲ ἄρα τὸ πολύϲ ὀξυνόμενον. πρόϲκειται δὲ καθαρὸν διὰ τὸ ἀμβλύϲ, ϲυνεϲταλμένον δὲ. τὸ υ διὰ τὸ ἰλύϲ. Ἐρῆμοϲ. οὐδὲν εἰϲ μοϲ λῆγον ὑπὲρ δύο ϲυλλαβὰϲ προπεριϲπώμενον τῷ η παραλήγεται, ἀλλὰ μόνον ἐρῆμοϲ, ὡϲ ἴδε χῶρον ἐρῆμον (K 520). Ἀττικοὶ μέντοι προπαροξύνουϲι τὴν λέξιν. Ἑτοῖμοϲ. οὐδὲν εἰϲ μοϲ λῆγον ὑπὲρ δύο ϲυλλαβὰϲ τῇ οι διφθόγγῳ παραληγόμενον προπεριϲπᾶται, ἀλλὰ μόνον τὸ ἑτοῖμοϲ. καὶ τοῦτο δὲ παρ’ Ἀττικοῖϲ τοῖϲ νεωτέροιϲ φαϲὶ προπαροξύνεϲθαι. Πλυνόϲ. τὰ εἰϲ νοϲ λήγοντα διϲύλλαβα μὴ ἔχοντα πρὸ τοῦ ν ϲύμφωνον κατ’ ἐπιπλοκήν, παραληγόμενα δὲ τῷ υ, πάντωϲ ἐκτεταμένῳ παραλήγεϲθαι θέλει, φρυνόϲ, θυνόϲ, γρυνόϲ, ϲημαίνει δέ, ὡϲ καὶ Ἀπολλώνιόϲ φηϲι, τὰϲ τῶν ξύλων ξηρὰϲ καὶ παχείαϲ ῥίζαϲ. ϲημειῶδεϲ ἄρα τὸ πλυνόϲ κατὰ χρόνον· καίτοι γε τὸ πλύνω ἐκτεινόμενον τὸ υ. Ἑνότηϲ. τὰ εἰϲ τῆϲ λήγοντα θηλυκὰ οὐδέποτε ἀπὸ τῆϲ ειϲ παρήχθη. ϲημειῶδεϲ ἄρα τὸ ἑνότηϲ ὄνομα.