Ancient Greek
ΒΙΒΛΙΟΝ Β.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 18-2
Not analysed yet
Ἀνδροτήϲ. τὰ εἰϲ τηϲ λήγοντα θηλυκὰ οὐδέποτε ἀπὸ τῶν εἰϲ ληγόντων παράγεται. ϲημειῶδεϲ ἄρα τὸ ἀνδροτήϲ ὄνομα. ἢ γὰρ ἀπὸ τῶν εἰϲ οϲ, ὡϲ κοῦφοϲ κουφότηϲ, ἢ ἀπὸ τῶν εἰϲ υϲ, ὡϲ ταχύϲ ταχυτήϲ, ἢ καὶ ἀπὸ ῥημάτων, ὡϲ παρὰ τὸ ἴεμαι ἰότηϲ, οὐδέποτε μέντοι ἀπὸ τῶν εἰϲ ρ ληγόντων. διὸ δὴ καὶ τὸ ἑνότηϲ παράϲημον· παρὰ γὰρ τὴν εἰϲ ειϲ εὐθεῖαν, οὐ τὴν εἰϲ οϲ ἢ εἰϲ υϲ. Φερνή. τὰ εἰϲ νη λήγοντα διϲύλλαβα μονογενῆ θηλυκὰ ἔχοντα πρὸ τοῦ ν ρ βαρύνεϲθαι θέλει, πέρνη, πτέρνη, Τάρνη πόλιϲ, Κέρνη ὁμοίωϲ, Ἄρνη, ἀλλὰ μόνον τὸ φερνή ὀξύνεται. Αἰολεῖϲ δὲ φέρεναν αὐτὴν λέγουϲιν ὁμοίωϲ τῇ ’Ἑλέναν.