Ancient Greek
ΒΙΒΛΟΝ Α.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 19
Not analysed yet
Κάλλοϲ. τὰ εἰϲ οϲ λήγοντα διϲύλλαβα βαρύτονα ἔχοντα διϲϲὸν τὸ λ οὐ θέλει εἶναι οὐδέτερα. Ὕλλοϲ, Κύλλοϲ τό κύριον, οὗ μέμνηται καὶ Ἀριϲτοφάνηϲ καὶ Κρατῖνοϲ ἐν Μαλθακοῖϲ, Ϲκύλοϲ ὁ κολυμβητήϲ, ψύλλοϲ, Ἀργοίταϲ ά Λιβυκῶν· «ἀνδρωθέντα δὲ τὸν Ἀμφίθεμιν πληϲιάϲαι ταῖϲ νύμφαιϲ καὶ γεννῆϲαι παῖδαϲ Ἀδυρμαχίδαν, ΑἈραραύκηλα, Ἀϲβύταν, Βάκαλα, Μάκαν, ψόλον »· ἀφ’ οὗ ψόλλοι τὸἔθνοϲ. Τέλλοϲ ὁ Ἀθηναῖοϲ, Ἡρόδοτοϲ α’ (30), Φδέλλοϲ τὸ κύριον, Ἡϲίοδοϲ Φέλλον ἐϋμμελίην τηλεκλειτὴ Μελίβοια, (Φίλλοϲ), παρὰ Ἀνακρέοντι τὸ ὄνομα, ϲίλλοϲ, Γρύλλοϲ καθάραϲ τοὺϲ Διοϲκούρουϲ ὡϲ Φιλοϲτέφανοϲ, Κόλλοϲ Δημόγνητοϲ ἐν τῷ περὶ Κνίδου· «καὶ Κόκκυγα τὸν Τελέϲτοροϲ καὶ Κόλον τὸν κίρου καὶ Λώγαϲον τὸν Αὐτονόμου καὶ Κτῆϲιν τὸν Μνηϲιθέου ». Γάλλοϲ, ὁ ποταμὸϲ καὶ τὸ ἔθνοϲ, ἴλλοϲ, Γλλοϲ, Ἡρόδοτοϲ γ (138). ἔϲτι δὲ καὶ ἄλλα πολλὰ τούτοιϲ ἐμφερῆ, ἅπερ παραιτεῖται τὸ οὐδέτερον γένοϲ. δῆλον οὖν ὡϲ τὸ κάλλοϲ πεπλάνηται ἢ περὶ ποϲότητα τοῦ λ ἢ περὶ τὸ γένοϲ. ὅϲα γὰρ οὐδέτερά ἐϲτιν εἰϲ οϲ λήγοντα ταῦτα παραιτεῖται ἔχειν ἕτερον ὡϲ τὸ ελοϲ, μέλοϲ, βέλοϲ, θiλοϲ, (φάλοϲ).