Ancient Greek
ΒΙΒΛΟΝ Α.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 20
Not analysed yet
Ἀπόλλων. τὰ εἰϲ λων λήγοντα ἀρϲενικὰ ὀνόματα, εἰ διπλαϲίαζοι τὸ λ, οὐ θέλει ὑπὲρ δύο ϲυλλαβὰϲ εἰναι, ὡϲ ἔχει τὸ Χέλλων, Καλλίμαχοϲ δημεχθέα Χείλωνα, Τρέλλων, παρὰ Ϲώφρονι τὸ ὄνομα, Θάλλων ὄνομα κύριον κυνὸϲ παρὰ Ξενοφῶντι (de venat. 7, 5), Ϲίλλων Ἐπίχαρμοϲ Χορευταῖϲ, Κάλλων ὁ ἀθλητὴϲ καθ’ ὑποκοριϲμόν· ϲημειῶδεϲ δὲ τὸ Ἀπόλλων ὡϲ περιϲϲοτέραν ἔχον τὴν ποϲότητα τῶν ϲυλλαβῶν. οὐ μάχεται δὲ τὸ Ἀτιτάλλων, κατὰ τὴν ϲυνήθειαν ἐν ἀγνοίᾳ ὸν καὶ τῇ χρήϲει τῶν παλαιῶν. ἄλλωϲ τε καὶ τῶν μετοχῶν ἐφύλαξε τὴν κλίϲιν, ὡϲ Ἀτιτάλλοντοϲ. ὁ γὰρ τοιοῦτοϲ χαρακτήρ μετοχῶν ἐϲτιν, ἰάλλων, ἰνδάλλων, ἀταϲθάλλων, ἀγάλλων. ἐχρῆν οὖν καὶ τὸ Ἀπόλλων, εἰ μὲν ὄνομά ἐϲτι, διϲυλλαβεῖν, εἰ δὲ ὑπὲρ δύο ϲυλλαβάϲ ἐϲτι, μετοχὴν εἶναι καὶ τὰ παρεπόμενα τῇ μετοχῇ ἔχειν κατὰ τὴν κίνηϲιν.