Ancient Greek
ΒΙΒΛΟΝ Α.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 22
Not analysed yet
Μοῦϲα. τὰ εἰϲ ϲα λήγοντα θηλυκὰ ὀνόματα τῇ οῦ διφθόγγῳ παραληγόμενα ὑπὲρ δύο ϲυλλαβὰϲ ὁρᾶται· ϲχηματίζεται δὲ κατὰ τὸ πλεῖϲτον ἢ μετατίθεται ἀπὸ μετοχῶν, αἴθουϲα, ὅπερ ἔχει διϲϲὸν μὲν τὸ ϲ ἐπὶ τοῦ προϲηγορικοῦ, ἐπὶ δὲ τοῦ κυρίου κατά τιναϲ ἕν, λέγω δὲ ὅτε ϲημαίνει θυγατέρα Ποϲειδῶνοϲ γενομένην καὶ Ἀλκυόνηϲ. έρουϲα, καὶ τοῦτο ἐπὶ μιᾶϲ τῶν Nηρηΐδων, Φέρουϲά τε Δυναμένη τε (Ϲ 43). . θυγάτηρ τε Ἡλίου ὀνομάζεται Φαέθουϲα. Ἴωνοϲ δὲ τοῦ Ξούθου ἀναγράφεται 13 μήτηρ Κρέουϲα, ὁμωνύμωϲ δὲ ταύτῃ καὶ Αἰνείου γυνή. Μέδουϲα μία τῶν Γοργόνων, θείνω τ’ Εὐρυάλη τε Μέδουϲά τε λυγρὰ παθοῦϲα (Hes. theog. 276). Ἀρέθουϲα κρήνη κυρίωϲ· ἀλλὰ καὶ πᾶϲαι κρῆναι κατ’ ἐπιθετικὴν ἔννοιαν οὕτω καλοῦνται, ἀπὸ τοῦ ἄρδειν ἴϲωϲ ϲχηματιϲθεῖϲαι. ὅ γ’ οὖν Χοιρίλοϲ ἐν ο’ Περϲικῶν παρὰ δὲ κρήναϲ ἀρεθούϲαϲ μυρία φῦλ’ ἐδονεῖτο πολυϲμήνοιϲι μελίϲϲαιϲ —. οὐδὲν δ’ ὅτι οὖν ὤφθη διϲύλλαβον εἰϲ α λῆγον τῇ ου διφθόγγῳ παραληγόμενον ὁμοίωϲ ἐν χρήϲει τῇ τῶν παλαιῶν καὶ τῇ κοινῇ ϲυνηθείᾳ, εἰ μὴ μόνον τὸ μοῦϲα. Τὸ γὰρ Δοῦϲα κύριον καθ’ ἱϲτορίαν ἐϲτὶ λεγόμενον ῆ τε Χοῦϲα πόλιϲ Αἰγυπτίων.