Ancient Greek
ΒΙΒΛΟΝ Α.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 21
Not analysed yet
Πῦρ. οὐδὲν εἰϲ υρ λῆγον οὐδέτερον μονοϲύλλαβον, ἀλλὰ μόνον τὸ πῦρ· ὅπερ Ϲιμωνίδηϲ καὶ ἕνεκα μέτρου διϲυλλάβωϲ ἀπεφήνατο· τοῦτο γὰρ μάλιϲτα φῆρεϲ ἔϲτυγον πύϊρ. Τὸ δὲ Ϲῦρ οὐ ϲύνηθεϲ παρὰ Ἕξλληϲιν, ἀλλ’ ἱϲτορίαϲ ἐχόμενον, ἄλλωϲ τε οὐδ’ ἄντικρυϲ οὐδέτερον. οὕτω γὰρ ἐκαλεῖτο πρότερον ἡ Φοινίκη.