Ancient Greek
ΒΙΒΛΙΟΝ Β.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 23-2
Not analysed yet
Δουρόϲ. οὐδεμία γενικὴ εἰϲ ροϲ λήγουϲα τῇ ου διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνη ἡ δουρόϲ. αἴτιον δὲ πάλιν τὸ πάθοϲ. ϲυγκοπή γὰρ ἐκ τοῦ δούρατοϲ· τόφρα δὲ Τυδείδηϲ μετὰ δούρατοϲ ᾤχετ’ ἐρωήν (Λ 357). οὐ γάρ, ὥϲπερ οἴεται ὁ Τρύφων, εὐθεῖά τίϲ ἐϲτι δούρ, κωλυούϲηϲ καὶ τῆϲ ἀναλογίαϲ καὶ τῆϲ χρήϲεωϲ τῶν Ἑλλήνων. ἄμεινον οὖν ἐκδέχεϲθαι τὸ πάθοϲ. ποικίλαι δὲ αἱ φωναί. καὶ γὰρ δορὸϲ καὶ δουρὸϲ εἴρηται. ι καὶ δόρατοϲ καὶ δούρατοϲ καὶ δόρεοϲ, ὡϲ ἐν ἑτέροιϲ ἐδήλωϲα.