Ancient Greek
ΒΙΒΛΙΟΝ Β.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 22-2
Not analysed yet
Γουνόϲ. οὐδεμία γενικὴ εἰϲ νοϲ λήγουϲα τῇ ου διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνη ἡ γουνόϲ· γόνυ γουνὸϲ ἀμείβων (Λ 547). αἴτιον δὲ τὸ πάθοϲ. οὐ γὰρ εὐθεῖά τιϲ προκατάρχει μονοϲύλλαβοϲ ἡ γοῦν, ὡϲ οἴονται οἱ πρὸ ἐμοῦ. τὰ δὲ εἰϲ νοϲ λήγοντα ὀνόματα διϲύλλαβα ὀξυνόμενα τῇ o διφθόγγῳ παραληγόμενα ἐπ’ εὐθείαϲ ὁρᾶται, γουνόϲ, ὅθεν δοτκὴ ἡ γουνῷ ἀλωῆϲ (Ι 530), βουνόϲ, κρουνόϲ. δῆλον οὖν ὅτι ἡ γουνόϲ γενικὴ οὐχ ὑγιαίνει· εὐθείαϲ γὰρ χαρακτῆρα ἀπεδέξατο. ἔϲτι δὲ καὶ ἐπὶ παϲῶν τῶν ἠλογημένων γενικῶν τὸ τοιοῦτον ἐπιδεῖξαι, ὡϲ ὅτι παραβαίνουϲι καὶ τοὺϲ παθοῦϲαι.