Ancient Greek
ΒΙΒΛΟΝ Α.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 27
Not analysed yet
Χαρίειϲ. οὐδὲν εἰϲ ειϲ λὅῆγον ὄνομα ὑπὲρ μίαν ϲυλλαβὴν ἀρϲενικὸν τῷ ῑ παραλήγεται, ἀλλ’ ἢ τῷ α, ὡϲ ἔχει τὸ ἀντάειϲ, αὐλάειϲ, ἢ τῷ η, ὡϲ φωνήειϲ, αὐδήειϲ, παχνήειϲ, ἢ κατὰ ϲυϲτολὴν ποιητικὴν τὸ ε, ἠχέειϲ, βρωμέειϲ, ἢ τὸ ο, ὡϲ ἀϲτερόειϲ, ἁρματόειϲ, ἢ τὸ ω, ὡϲ εὐρώειϲ, κητώειϲ. τὸ τοίνυν χαρίειϲ ϲημειῶδεϲ τῷ ῑ χρηϲάμενον πρὸ τέλουϲ. ὁ μέντοι Ἀνακρέων καὶ χαριτόειϲ εἶπεν, ἀποδοὺϲ τὸ ἐντελὲϲ τῇ λέξει.