Ancient Greek
ΒΙΒΛΟΝ Α.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 28
Not analysed yet
Οὖϲ. τὰ εἰϲ ουϲ λήγοντα ὀνόματα μονοϲύλλαβα ἀρϲενικὰ πέφυκεν εἶναι, ἔϲθ’ὅτε δὲ καὶ κοινωνεῖ θηλυκῷ γένει. φλοῦϲ ,χλοῦϲ, Γλοῦϲ ὁ λῃϲτήϲ, χνοῦϲ παρὰ Ϲοφοκλεῖ, βοῦϲ, ῥοῦϲ, θροῦϲ, νοῦϲ, ϲοῦϲ, πολὺ παρὰ τοῖϲ Ἴωϲι χροῦϲ. δῆλον ὅτι πεπλάνηται περὶ τὸ γένοϲ τὸ οὖϲ οὐδέτερον ὑπάρχον, Ἄντιφον αὖ παρὰ οὖϲ ἔλαϲε ξίφει (Λ 109). οὐκ ἀγνοῶ δὲ τὸ πάθοϲ τῆϲ λέξεωϲ καθότι ποικίλωϲ λέγεται. οὖαϲ γὰρ καὶ ἡ γενικὴ οὔατοϲ· καὶ ὄαϲ, ἔνθεν ὄατοϲ καὶ ὦαϲ, ἔνθεν ὤατοϲ καὶ ὦϲ, ἔνθεν ὦτόϲ· καὶ ὦοϲ οὐκ εἰρημένον, ϲυνεϲχηματιϲμένον δὲ παρὰ Θεοκρίτῳ (Ι 28) ἀμφωέϲ. τοῦ μέντοι οὖϲ οὐ ζητητέον τὴν κλίϲιν.