Ancient Greek
ΒΙΒΛΙΟΝ Β.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 27-2
Not analysed yet
Θάϲϲων. τὰ εἰϲ ϲων λήγοντα ϲυγκριτικὰ διϲύλλαβα, εἰ ἔχοι πρὸ τέλουϲ τὸ α, ϲυνεϲταλμένον αὐτὸ ἔχει. βράϲϲων ἀλλά τέ οἱ βράϲϲων τε νόοϲ (Κ 226), πάϲϲων τὸν μὲν Ἀθηναίη θῆκεν Διὸϲ ἐκγεγαυῖα μείζονά τ’ εἰϲιδέειν καὶ πάϲϲονα (ζ 229 —230). τοϲϲοῦτον ὀΐομαι ἢ ἔτι μάϲϲον (Θ 203. ἔνθεν παρ’ Ἐπιχάρμῳ τὸ βάϲϲον. ϲημειῶδεϲ ἄρα τὸ θάϲϲων ἐκτινόμενον τὸ α, θάϲϲοναϲ ἰρήκων ἔμεναι καλλίτριχαϲ ἵππουϲ (Ν 819) πρόϲκειται δὲ διϲύλλαβα »διὰ τὸ ἐλάϲϲων.