Ancient Greek
ΒΙΒΛΙΟΝ Β.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 28-2
Not analysed yet
Λουτρόν. τὰ εἰϲ ρον λήγοντα οὐδέτερα μονογενῆ, ἔχοντα πρὸι. τοῦ τέλουϲ ἢ ϲύμφωνον ἢ ϲύμφωνα, βαρύνεϲθαι θέλει, ϲεῖϲτρον, δένδρον, δέρτρον. δέρτρον ἔϲω δύνοντεϲ (λ 578), φέρτρον, κείμενον ἐν φέρτρῳ (. Ϲ 236), πλῆκτρον, καὶ ἄλλο πλῆθοϲ τῶν τοιούτων ὀνομάτων ἀδιάπτωτον. ἀλλὰ μόνον τὸ λουτρὸν ὀξύνεται· ὅπερ καὶ τριϲύλλαβον λέγεται λοετρόν, εἰϲ ὅ κε θερμὰ λοετρά (Ξ 6) ἐπεὶ καὶ τὸ ῥῆμα διϲϲόν, λοέω καὶ λούω, ἀλλ’ ὅτε δή μιν ἐγὼ λόεον (δ 252).