Ancient Greek
ΒΙΒΛΙΟΝ Β.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 3-2
Not analysed yet
Δέμαϲ. τὰ εἰϲ μα λήγοντα οὐδέτερα ἐναντία ἐϲτὶ τοῖϲ εἰϲ αϲ λήγουϲι. τὰ μὲν γὰρ εἰϲ αϲ λήγοντα παραιτεῖται τὸ μ ἔχειν πρὸ τοῦ α, ὡϲ ἔχει τὸ ϲέβαϲ, οὖδαϲ, κνέφαϲ, ψέφοϲ, κέραϲ, τέραϲ, γῆραϲ, γέραϲ, βρέταϲ, δέπαϲ, ϲκέπαϲ, καὶ ἄλλα μυρία ἐϲτὶ τοιαῦτα μὴ ἔχοντα τὸ μ πρὸ τοῦ α τὰ δὲ ἔχοντα τὸ μ πρὸ τοῦ α παραιτεῖται τὴν εἰϲ ϲ 5κατάληξιν, ὡϲ ἔχει τὸ δόμα, θέμα, ϲτόμα, χύμα, λύμα, δῶμα, πτῶμα. πῶϲ οὖν τὸ δέμαϲ καὶ τὸ μ ἔχει πρὸ τοῦ α καὶ τὴν εἰϲ’ ἑ κατάλξιν ὥϲτ’ ἐϲτὶν οὕτωϲ ὁρίϲαϲθαι· οὐδὲν εἰϲ μαϲ λῆγον οὐδέτερον, μονῆρεϲ ἄρα τὸ δέμαϲ, ϲτήτην ἐγγὺϲ ἰόντε, δέμαϲ δ’ ἄνδρεϲϲιν ἐΐκτην (Φ 285).