Ancient Greek
ΒΙΒΛΙΟΝ Β.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 4-2
Not analysed yet
Πεῖραρ. οὐδὲν εἰϲ αρ λῆγον οὐδέτερον πρὸ τοῦ α ἔχει ρ, ἀλλ’ ἤτοι καθαρεύει ἢ ἄλλο τι ϲύμφωνον ἔχει, ὡϲ δῆλον ἐκ τῶν τοιούτων· ἔαρ, κέαρ, οὖθαρ, εἶδαρ, μῶμαρ, ἧπαρ, νέκταρ. μονῆρεϲ ἄρα τὸ «πεῖραρ ἐπαλλάξαντεϲ» (Ν 359). οὐδέτερον δὲ προϲέθηκα ἐπεὶ Ἄραρ τιϲ λέγεται ποταμόϲ, ὡϲ παρ’ Ἐρατοϲθένει (?). καὶ ἐπίγραμμα ἔχον οὕτωϲ μιϲγόμεθ’ ἀλλήλων ὡϲ Ἄραροϲ Ῥοδανόϲ.