Ancient Greek
ΒΙΒΛΙΟΝ Β.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 30
Not analysed yet
Ὀϲτέον. οὐδὲν εἰϲ ον λῆγον καθαρὸν οὐδέτερον μονογενὲϲ ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ ἔ παρεδρευόμενον παροξύνεται, ἀλλὰ μόνον τὸ ὀϲτέον. αἴτιοϲ δὲ ὁ πλεοναϲμόϲ. τὰ δὲ τοιαῦτα ἤτοι ὀξύνεται, ὡϲ ἔχει τὸ κολεόν, ϲτελεόν, ἐλεόν βάλλον δ’ εἰν ἐλεοῖϲιν (ξ 482), αἰτία δὲ τῆϲ ὀξείαϲ ἡ πρὸ τέλουϲ ϲυλλαβὴ ἔχουϲα πρὸ τοῦ ὃ τὸ ε· ἢ προπαροξύνεται, ὁπότε μὴ τὸ λ πρὸ τοῦ ἑ ἐϲτίν, ὄρνεον, κάνεον, ὄϲτρεον. δῆλον οὖν ὡϲ καὶ τὸ ὄϲτεον ἐχρῆν λέγειν. διὸ μονῆρεϲ κατὰ τὸν τόνον φαμὲν εἶναι αὐτό. οὐκ ἀγνοῶ δὲ ὡϲ καὶ ὀϲτοῦν λέγεται, ὡϲ καὶ παρὰ Κρατίνῳ ἐν Πυτίνῃ ἀλλ’ οὐδὲ λάχανον οὐδὲν οὐδ’ ὀϲτοῦν ἔτι ὁρῶ. τοῦτον τὸν τρόπον καὶ τὸ κάνεον κανοῦν.