Ancient Greek
31 to 33
Aelius Herodianus, Περὶ μονήρους λέξεως 31-2-33
Not analysed yet
Φηρά. τὰ εἰϲ ρα λήγοντα διϲύλλαβα μονογενῆ θηλυκά, εἰ παραλήγοιτο τῷ η, βαρύνεϲθάι θέλει, πήρα, χήρα, θήρα. ϲημειῶδεϲ ἄρα τὸ Φηρά ὀξυνόμενον. Λιβυαφιγενήϲ. ἡ διὰ τοῦ φι ἐπέκταϲιϲ οὐδέποτε θέλει κατ’ ἀρχὴν ϲυντίθεϲθαι, μόνῳ δὲ παρηκολούθηϲεν ἐν ἐπιρρήματι τῷ ἶφι τὸ τοιοῦτο, Ἰφιγένεια, Ἰικλῆϲ, Ἰφιάναϲϲα καὶ ὅϲα ἄλλα ἐϲτὶ τοιαῦτα. πεπλάνηται οὖν Ἴβυκοϲ εἰπὼν Λιβυαφιγενήϲ. Πρῶτοϲ. τὰ εἰϲ τοϲ λήγοντα καθαρὰ διϲύλλαβα παραληγόμενα τῷ ω τριγενῆ ὑπάρχοντα ὀξύνεϲθαι θέλει, γνωτόϲ, τρωτόϲ, πλωτόϲ, πτωτόϲ, ἀλλὰ καὶ ὁ πρωτόϲ τὸ δὲ πρῶτοϲ τοῦ ἀριθμοῦ τὸ ὄνομα βαρύνεται. οὐκ ἀγνοῶ δὲ ὅτι κανόνεϲ κατέϲχον τέϲϲαρεϲ τὴν βαρεῖαν ταύτην.