Ancient Greek
ΒΙΒΛΟΝ Α.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 31
Not analysed yet
Φρήν. οὐδὲν εἰϲ ην λῆγον ὄνομα μονοϲύλλαβον μόνωϲ θηλυκόν. ἀλλ’ εἰ ἐπιδέχκτο καὶ τὸ θηλυκὸν γένοϲ, ἐν κοινότητι ἐπιδέχεται. Ὁποῖόν ἐϲτι τὸ χήν. θηλυκὸν γὰρ αὐτὸ οἶδεν ὁ ποιητήϲ, ὡϲ ὅδε χῆν’ ἥρπαξ’ ἀτιταλλομένην ἐνὶ οἴκῳ (ο 174), καὶ αἰετὸϲ ἀργὴν χῆνα φέρων (o 161), ἀρϲενικὸν δὲ οὕτωϲ, χῆνέϲ μοι κατὰ οἶκον ἐείκοϲι πυρὸν ἔδουϲι ἐε ὕδατοϲ (τ 535), εἶτα ἐπιφέρει ἐλθὼν δ’ ἐξ ὄρεοϲ μέγαϲ αἰετὸϲ ἀγκυλοχείληϲ πᾶϲι κατ’ αὐχέναϲ ἦξε καὶ ἔκτανεν, οἱ δὲ κέχυντο. καὶ τοῦτο μὲν ἐν κοινότητι. ᾧ ὅμοιον δύναιτο ἄν εἰναι καὶ τὸ ῥήν, εἴ τιϲ βούλοιτο. ἐπὶ δὲ τῆϲ αἰτιατικῆϲ Νίκανδροϲ (Ther. 453) ατὰρ ὁ τοῦ καὶ ῥῆνα καὶ ἠνεμόεντα λαγωόν. ἐν ϲυνθέϲει πολύρρην παρὰ τῷ τὰ Ναυπακτικὰ ποιήϲαντι· ἀλλ’ ὃ μὲν οὖν ἀπάνευθε θαλάϲϲηϲ εὐρυπόροιο οἰκία ναιετάαϲκε πολύρρην, πουλυβοώτηϲ. τούτου καὶ πληθυντικὸν παρὰ τῷ ποιητῇ (Ι 154) ἐν δ’ ἄνδρεϲ ναίουϲι πολύρρηνεϲ, πολυβοῦται. ὁπότε δὲ λέγει ὁ ποιητήϲ (Κ 216) θῆλυν, ὑπόρρηνον, ἀπ’ εὐθείαϲ τῆϲ ὑπόρρηνοϲ κλίνει, τιϲ ἀπὸ γενικῆϲ ἀπεδέξατο τὴν ϲύνθεϲιν. ὡϲ παρὰ τὴν μηνόϲ τὸ δίμηνοϲ ἢ τρίμηνοϲ, οὕτωϲ ῥηνόϲ ὑπόρρηνοϲ. ἀναδράμωμεν ἐπὶ τὰ παραδείγματα, Ζήν, μήν, ϲπλήν, ϲφήν, ψήν. Ἀριϲτοφάνηϲ (Av. 593) εἶθ’ οἱ κνῖπεϲ καὶ ψῆνεϲ ἀεὶ τὰϲ ϲυκᾶϲ οὐ κατέδονται’ εἶπερ οὖν ἀληθέϲ ἐϲτι τὸ μηδὲν εἰϲ ην λῆγον μονοϲύλλαβον θηλυκὸν γένοϲ ϲημαίνειν, δῆλον ὅτι πεπλάνηται τὸ φρήν περὶ τὸ γένοϲ. διὸ καὶ ἐξηλλάγη αὐτοῦ ἡ κλίϲιϲ ὡϲ πρὸϲ τὰ ἄλλα μονοϲύλλαβα. φρενὸϲ γάρ, τῶν ἄλλων φυλαϲϲόντων τὸ η. οὐκ ἀντιθήϲει τιϲ ἡμῖν τὸ παρὰ τῷ Ἑρμηϲιάνακτι ἐν Λεοντίου α’ δερκόμενοϲ πρὸϲ κῦμα, μόνη δὲ οἱ ἐφλέγετο γλήν. οὐ γὰρ ἐντελέϲ, ἀποκεκομμένον δὲ ἐκ τοῦ γλήνη.