Ancient Greek
29 to 30
Aelius Herodianus, Περὶ μονήρους λέξεως 29-30
Not analysed yet
Πούϲ. τὰ εἰϲ δυϲ λήγοντα ὀνόματα μονοϲύλλαβα περιϲπᾶται, χνοῦϲ, κνοῦϲ, χροῦϲ, Γλοῦϲ, θροῦϲ, φλοῦϲ, πλοῦϲ, ῥοῦϲ ϲημειωτέον τὸ πούϲ ὀξυνόμενον· μετοχῆϲ γὰρ ἐδέξατο τόνον. Ποδόϲ. τὰ εἰϲ δοϲ λήγοντα διϲύλλαβα τῷ ο παραληγόμενα εὐΕεῖαν ὑπιϲχνεῖται πτῶϲιν, ὁδόϲ, ϲποδόϲ οὐ δόκιμοϲ ἄρα οὐδὲ ἡ γενικὴ ποδόϲ.