Ancient Greek
ΒΙΒΛΙΟΝ Β.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 34-2
Not analysed yet
Χρυϲόϲ. τὰ εἰϲ ϲοϲ λήγοντα διϲύλλαβα ὀξυνόμενα φύϲει μακρά, εἰ παραλήγοιτο τῷ υ, ἢ κύρια θέλει εἶναι ἢ ἐπίθετα, οὐ μὴν προϲηγορικά. κύρια μὲν οὖν ἐϲτι τοιϲῦτα· Βρυϲόϲ, πολὺϲ γὰρ ὁ ϲοϲ χαρακτὴρ ἐπὶ πόλεων, ὡϲ καὶ τὰ τοιαῦτα· Λιϲόϲ πολίχνιον Κρήτηϲ, Παιϲόϲ, ὅc ῥ’ ἐ Παιϲῷ (Ε 612), οἳ Γνωϲόν τ’ εἷχον (Β 644), Ῥωϲόϲ, καὶ ταῦτα ἐπὶ πόλεων. ἐπίθετα δὲ τοιαῦτα· τρυϲόϲ, ῥυϲόϲ, Μυϲόϲ. τὸ τοίνυν χρυϲόϲ ὀξυνόμενον μονῆρέϲ ἐϲτιν οὕτε γὰρ κύριον οὔτε ἐπιθετικόν ἐϲτι.