Ancient Greek
ΒΙΒΛΟΝ Α.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 35
Not analysed yet
Δοθιήν. οὐδὲν εἰϲ ην λῆγον ὄνομα ὀξυνόμενον καθαρεύει κατὰ χρῆϲιν Ἑλλήνων, ἀλλ’ ἀεὶ πρὸ τοῦ η ϲύμφωνον ἔχει ἢ ϲύμφωνα· οἷον ϲωλήν, λειχήν, κηφήν, αὐχήν, Πειρήν καθ’ Ἡϲίοδον πατὴρ Ἰοῦϲ, Αἰζήν sΤαντάλου παῖϲ. ϲτελήν (?),ϲειρήν, βαλλήν, οὕτωϲ ὁ βαϲιλεύϲ, ἐϲϲήν ὁ οἰκιϲτήϲ, Μυρμιδόνων ἐϲϲῆνα Καλλίμαχοϲ, πυθμήν, λιμήν, ἀτμήν, καμαϲήν ἰχθῦϲ τιϲ λέγεται, Ἀραφήν εἷϲ τῶν ἑκατὸν ηρώων, ἠλακάτην, καὶ τοῦτο ὄνομα ίχθύοϲ κητώδουϲ, ἀλλὰ καὶ τὸ κύριον. δῆλον ὅτι ϲημειώδηϲ ὁ δοθιὴν παρ’ Ἀττικοῖϲ λεγόμενοϲ καὶ μὴ ἔχων πρὸ τοῦ η ϲύμφωνον. Τηλεκλείδηϲ ὅδ’ ἀπ’ Αίγίνηϲ νήϲου χωρεῖ δοθιῆνοϲ ἔχων τὸ πρόϲωπον, καὶ Ἕρμιπποϲ ἐν Θεοῖϲ φήμηϲ ἱερᾶϲ ἐξοιγνυμένηϲ ὥϲπερ πέπονοϲ δοθιῆνοϲ. ιεἰ δέ τιϲ λέγοι, ὅτι καὶ τὸ ζαήν καθαρεύει, οὗ καὶ αἰτιατικὴ παρὰ τῷ ποιητῇ κατ’ ἔκθλιψιν τοῦ α, ὤρε δ’ ἐπὶ ζαῆν’ ἄνεμον ιμ 313), πρῶτον μὲν εἴϲεται, ὡϲ οὐχ ὑγιῶϲ τὸ τοιοῦτο παραλήψεται, οὗ πίϲτιν ὀφείλει ἐξ ἄλλων πτώϲεων παραθέϲθαι. προείπομεν δέ, ὅττι κατὰ χρῆϲιν 20 τῶν Ἑλλήνων, οὐχὶ καθ’ ὑπόϲταϲιν λέγομεν ἅπαντα. ἀλλ’ οὐδὲ ὁμολογούμενον τὸ ζαῆνα. φυλακτέον δὲ ὡϲ πολλοὶ ἐν τῇ ϲυνηθείᾳ διὰ τοῦ ω λέγουϲι τὸ δοθιών, ϲυναποφερόμενοι τῷ Κνακιών καὶ Ἀϲιών καὶ ἀνθεϲτηριών καὶ τοῖϲ τοιούτοιϲ.