Ancient Greek
ΒΙΒΛΟΝ Α.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 36
Not analysed yet
Πυρά. τὰ εἰϲ ρα λήγοντα θηλυκὰ μονογενῆ τῷ υ παραληγόμενακ ἢ τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, ὡϲ τὸ ἄγκυρα, ὄλυρα, Κέρκυρα, γόργυρα, ἢ παροξύνεται, ὡϲ τὸ Ἐφύρα, πορφύρα, κολλύρα, Ζεφύρα, λύρα, θύρα, ἢ προπεριϲπᾶται, ὡϲ τὸ ϲφῦρα, οὐδ’ ὅτι οὖν ἐϲτιν ὀξυνόμενον. ϲημειῶδεϲ ἄρα τὸ πυρά. τὸ δὲ Γυρῇϲίν μιν πρῶτα Ποϲειδάων ἐπέλαϲϲε, πέτρῃϲι μεγάλῃϲι (δ 500) εἰ καὶ ἰδίωϲ λέγεται, ἀλλ’ ὅμωϲ ἔχει τάξιν ἐπιθετικήν. λέγεται δὲ καὶ περὶ τούτων μοι πάντων ἐν τοῖϲ περὶ καθολικῆϲ προϲῳδίαϲ.