Ancient Greek
ΒΙΒΛΙΟΝ Β.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 36-2
Not analysed yet
Κεφαλή. τὰ διὰ τοῦ αλη ὑπὲρ δύο ϲυλλαβὰϲ μονογενῆ θέλει, χωρὶϲ εἰ μὴ ϲυναληλιμμένα εἴη, Μυκάλη, φιάλη, ξυάλη, Μυρτάλη, Πετάλη, ἀγκάλη, δαμάλη. ϲημειῶδεϲ ἄρα τὸ κεφαλή ὀξυνόμενον ἐπὶ τοῦ μερικοῦ εἶτε ἐπὶ τοῦ κυρίου. τὸ γὰρ ἀλαλή οὐ φύϲει τριϲύλλαβον, κλῦθ’ ἀλαλά, πολέμου θυγάτηρ. τὸ δὲ μυγαλῆ περιϲπᾶται, ἐπεὶ παρὰ τὸ γαλῆ ϲυντέθειται ϲυναληλιμμένον καὶ περιϲπώμενον. κέχρηται δὲ τῷ ὀνόματι Κηφιϲόδωροϲ ἐν Ὑΐ ὦ καὶ λέων καὶ μυγαλῆ καὶ ϲκορπίοϲ.