Ancient Greek
ΒΙΒΛΙΟΝ Β.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 37-2
Not analysed yet
Φυλή. τὰ εἰϲ λη λήγοντα θηλυκὰ μονογενῆ τῷ υ παραληγόμενα βαρύνεϲθαι θέλει· τύλη, ὅπερ ϲύνηθεϲ Ἀττικοῖϲ κνέφαλλον καλεῖν, ὁμωνύμωϲ τῷ περιεχομένῳ τὴν περιέχουϲαν. Ἀριϲτοφάνηϲ Ἀμφιάρεῳ καὶ νὴ Δί’ ἐκ τοῦ δωματίου γε νῷν φέρε κνέφαλλον ἅμα καὶ προϲκεφάλαιον τῶν λινῶν. ὠνομάϲθη δὲ ἀπὸ τοῦ κνάφου, ἥτιϲ ϲημαίνει ἀκανθώδη ὕλην, ἡ περιπεταννύντεϲ τὰϲ ἐϲθῆταϲ ἐξέθλιβον τὸ πλεονάζον τοῦ περὶ τὰϲ ἐϲθῆταϲ χνοῦ, ᾧ καὶ πρὸϲ τὰϲ τύλαϲ ἐχρῶντο, ὥϲπερ καὶ νῦν. μέμνηται δὲ αὐτοῦ τοῦ ἐμβαλλομένου Πλάτων ὁ κωμικὸϲ ἐν Πειϲάνδρῳ ὥϲπερ κνεφάλλων ἢ πτίλων ϲεϲαγμένοϲ. ὥϲτε καὶ ἀντίθεϲιϲ ἐγένετο τοῦ α εἰϲ ἕ ἐπεὶ παρὰ τὸ κνάφοϲ ἐγένετο. εἰϲί μέντοι οἳ καὶ διὰ τοῦ γ γράφουϲιν. ἔν τιϲιν ἐν Μαλθακοῖϲ Κρατίνου παρεφύλαξε Ϲύμμαχο.