Ancient Greek
ΒΙΒΛΙΟΝ Β.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 40-2
Not analysed yet
Ἰότηϲ. τῶν εἰϲ τηϲ ληγόντων θηλυκῶν ὀνομάτων ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντων γένεϲιϲ προκατάρχει ὀνοματική, ταχυτήϲ, βραδυτήϲ, ἰϲότηϲ, κουφότηϲ, κακότηϲ, δηιοτήϲ ϲημειῶδεϲ τὸ ἰότηϲ μὴ δι’ ἐμὴν ἰότητα Ποειδάων ἐνοϲίχθων (Ο 41). οὐ γὰρ πρόδηλον ἔχει ὄνομα, παρ’ ὃ γέγονεν, ἀλλὰ ῥῆμα. τὸ μέντοι παρὰ Ϲοφοκλεῖ ἐν Λακαίναιϲ δανότηϲ εἰρημένον ἐν ᾇ παύϲεθ’ ἁμερίων μόχθων τε καὶ δανότητοϲ ὑγιῶϲ ἂν ἔχοι εἰ παρ’ ὄνομα ϲχηματιϲθείη. τὸ δὲ παρὰ Κριτίᾳ ἐν ταῖϲ Ὁμιλίαιϲ ὀρϲότηϲ ἀντὶ τοῦ ὁρμή παράϲημον.