Ancient Greek
38 to 39
Aelius Herodianus, Περὶ μονήρους λέξεως 38-2-39
Not analysed yet
Ἀναδράμωμεν ἐπὶ τὸ προκείμενον, παραθέμενοι τὸ τύλη, ὅπερ οὐκ ἦν παρ’ Ἀττικοῖϲ· ἀλλὰ μέμνηται Ϲαπφὼ ἐν δευτέρῳ ἔγω δ’ ἐπὶ μαλθάκαν τύλαν καϲπολέω μέλεα καὶ ἀϲάμενον τύλᾳ καϲπολέω· οὐ γὰρ ὁ τέ ϲύνδεϲμοϲ. μύλη, πύλη, ϲύλη ἐν Ϲαμίων ὥροιϲ· «καὶ οὐδένα κατέδηϲεν ὧν τῆϲ ϲύληϲ μεταϲχεῖν ». μονῆρεϲ ἄρα τὸ φυλή ὀξυνόμενον. Ϲίνοϲ. τὰ εἰϲ νοϲ λήγοντα ἐπ’ εὐθείαϲ τῷ ι παραληγόμενα ϲυνεϲταλμένῳ οὐ θέλει οὐδέτερα εἶναι, οἶον πίνοϲ, λίνοϲ, ϲπίνοϲ, καὶ ϲπίνοϲ ἠῷα ϲπίζων καὶ ὄρνεα πάντα παρ’ Ἀράτῳ (Dios. 292). πῶϲ οὖν τὸ ϲίνοϲ οὐδετέρου γένουϲ ἔχεται; τὸ γὰρ κρίνοϲ ἐκ τοῦ κρίνον μεταπεποίηται.