Ancient Greek
41 to 42
Aelius Herodianus, Περὶ μονήρους λέξεως 41-42
Not analysed yet
Τὰ πύϲματα ὀνοματικὰ ὄντα εἰϲ οϲ θέλει καταλήγειν, ποῖοϲ, πηλίκοϲ, ποδαπόϲ, πόϲτοϲ τὸ δὲ τίϲ οὐ παρεδέξατο τὴν εἰϲ οϲ κατάληξιν. Ἀπαιτεῖ τὰ πύϲματα κατὰ τὴν εὐθεῖαν πτῶϲιν τὸ π, ἀλλὰ καὶ ἐν τοῖϲ ἐπιρρήμαϲιν ἡ αὐτὴ ἀρχή, πόϲωϲ, ποίωϲ, ποδαπῶϲ, ποῦ, πῶϲ, πηλίκωϲ, πῇ, πόθεν, πόϲε, πόθι, πῆμοϲ· μόνον δὲ τὸ τίϲ ἀπὸ τοῦ τ ἤρξατο. πρόϲκειται δὲ κατ’ εὐθεῖαν πτῶϲιν ἵν’ ἐκφύγωμεν τὸ κατὰ γενικὴν τοῦ λεγόμενον ἢ τέο ἢ τεῦ.