Ancient Greek
ΒΙΒΛΟΝ Α.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 40
Not analysed yet
Τίϲ. οὐδὲν εἰϲ ιϲ λῆγον ϲυνεϲταλμένον μονοϲυλλαβεῖ, πάντα δὲ ἐκτείνεται, ὡϲ τὸ λίϲ, κίϲ, ῥίϲ, ἴϲ, ἔνθεν καὶ ἡ ἰνόϲ γενική. ϲημειῶδεϲ ἄρα τὸ τίϲ ϲυϲτέλλον τὸ ι. τὸ Ἴϲ ἐπὶ ποταμοῦ κείμενον παρ’ Ἡροδότω (Ι 179) ἐκτεινόμενον ἔχει τὸ ι. οὕτω καὶ Ϲκύμνοϲ ἐν τῷ ι’ τῆϲ Ἀϲίαϲ περίπλῳ παρέθετο «Ἔχεται Κελένδεριϲ πόλιϲ Ϲαμίων, καὶ ἱερὸν παρὰ τῇ πόλει Ἥρηϲ καὶ ἄλϲοϲ Ἴϲ ποταμὸϲ παρὰ θάλαϲϲαν ἔξειϲιν ». ἔϲτιν Ἴϲ τῆϲ Ἰταλίαϲ, ὡϲ Πάρθαξ ἐν τῷ β’ τῶν Ἰταλικῶν ἐπεὶ δὲ ἀφίκετο εἰϲ τὴν Ποϲειδωνίαν ὁ Ἡρακλῆϲ. ἔϲτι δὲ ποτομὸϲ Ἴϲ καλούμενοϲ μέγαϲ». εἰ δέ τινεϲ ϲυϲτέλλουϲι τὸ ι εἰϲ ἀποφυγὴν τούτου οὐ γὰρ ἐμοὶ ἲϲ ἐϲθ’ οὕη πάροϲ ἔϲκεν (Λ 668) —πταίουϲι καὶ περὶ τὸν λόγον καὶ περὶ τὴν ἱϲτορίαν.