Ancient Greek
ΒΙΒΛΟΝ Α.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 44
Not analysed yet
Καρκίνοϲ. οὐδὲν εἰϲ νοϲ λῆγον ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ ι ϲυνεϲταλμένῳ παραληγόμενον παροξύνεται, ἀλλ’ ἤτοι προπαροξύνεται ὡϲ τὸ δρύϊνοϲ, λίθινοϲ, φήγινοϲ καὶ ὅϲα ἐϲτὶ τούτοιϲ ἐμφερῆ, ἢ ὀξύνεται, ὡϲ τὸ ἐαρινόϲ, θερινόϲ, πυκινόϲ, οὐδὲν δέ ἐϲτι παροξυνόμενον. διὸ ἐπιϲτατέον τὸ καρκίνοϲ. καὶ μόνον γὰρ παροξύνεται καὶ ὁ αὐτὸϲ τόνοϲ καὶ ἐπὶ τοῦ ζῳδίου τοῦ ἐν οὐρανῷ ὁμοίωϲ καὶ τοῦ θαλαϲϲίου ἢ καὶ τοῦ κυρίου καὶ τοῦ ἐργαλείου· οὐ γὰρ ὑγιῶϲ τινεϲ τοῦτο προπαροξύνουϲι. περὶ δὲ τούτου ἐντελῶϲ εἴρηται ἐν τοῖϲ περὶ καθολικῆϲ προϲῳδίαϲ.