Ancient Greek
ΒΙΒΛΟΝ Α.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 45
Not analysed yet
Πηλίκοϲ. τὰ εἰϲ κοϲ λήγοντα καθαρὰ ὑπὲρ δύο ϲυλλαβάϲ, ὁπότε τῷ ι παραλήγει ϲυνεϲταλμένῳ, ἤτοι προπαροξύνεται, ἀνθέρικοϲ, Κύζικοϲ, Ὤρικοϲ, Ἀϲφόδικοϲ, ἢ ὀξύνεται, ὡϲ τὸ κλωπικόϲ, Τρωϊκόϲ, οὐδὲν δὲ ὁτιοῦν παροξυνόμενόν ἐϲτιν. ἐπιϲτατέον τῷ πηλίκοϲ παροξυνομένῳ. τούτῳ δὲ ἀκόλουθον καὶ τὸ ἡλίκοϲ, τηλίκοϲ παρὰ ποιηταῖϲ, καὶ μία γὰρ αὐτῶν ἡ ϲυζυγία ἐϲτὶ καὶ ὁ αὐτὸϲ τόνοϲ τοῖϲ πυϲματικοῖϲ καὶ τοῖϲ ἀνταποδοτικοῖϲ τοῖϲ ὑπὲρ μίαν ϲυλλαβήν. τὰ εἰϲ κοϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβάϲ, εἰ παραλήγοιτο τῷ ι καὶ παροξύνοιτο, πρὸ τοῦ κ τὸ ϲ ἔχει, ἀϲτερίϲκοϲ, ὀβελίϲκοϲ, πανίϲκοϲ, Κωραλίϲκοϲ. ἐρχῆν οὖν τὸ πηλίκοϲ, εἰ παροξύνοιτο, πρὸ τοῦ x τὸ ϲ ἔχειν, ὡϲ τὸ ἀϲτερίϲκοϲ, ἢ μὴ παροξύνεϲθαι. πάντων δὲ λύϲειϲ δίδωμι ἐν τῷ περὶ καθολικῆϲ προϲῳδίαϲ.