Ancient Greek
ΒΙΒΛΟΝ Α.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 47
Not analysed yet
Ἑταῖροϲ. οὐδὲν εἰϲ ροϲ λῆγον ὑπὲρ δύο ϲυλλαβὰϲ ἀπλοῦν προπεριϲπᾶται, ἀλλὰ μόνον τὸ ἑταῖροϲ. ἴϲωϲ οὖν ἀναλογώτερον τὸ «ἑτάρουϲ τε» χωρὶϲ τοῦ ι λεγόμενον. πολλὰ γάρ ἐϲτι τοιαῦτα, μάρμαροϲ, βάρβαροϲ, τάλαροϲ, κύλλαροϲ, φλύαροϲ· τούτου δέ τινεϲ ἐκτείνουϲι τὸ α, καὶ μάλιϲτα παρ’ Ἀττικοῖϲ. ἔϲτι μέντοι τινὰ προπαροξυνόμενα ἔχοντα τὴν αι δίφθογγον, ἅπερ ϲύνθετά ἐϲτιν ἢ κύρια, ἄκαιροϲ, εὔκαιροϲ, Πάλαιροϲ· ἔϲτι δὲ χωρίον τῆϲ Ἀκαρνανίαϲ· μέμνηται καὶ Ἐξπίχαρμοϲ ἐν Ἐλπίδι ἢ Πλούτῳ οὕτ’ ὦν Πάλαιροϲ οὕτε (βοιαυτοῦ).