Ancient Greek
ΒΙΒΛΟΝ Α.
Aelius Herodianus, Περὶ μονήρους λέξεως 48
Not analysed yet
Ὕϲτεροϲ· τὰ εἰϲ τεροϲ ϲυγκριτικά, εἰ ἔχει πρὸ τῆϲ τεροϲ παραγωγῆϲ τὸ υ, οὔτε τριϲυλλαβεῖν θέλει οὕτε ἔχειν προηγούμενον τοῦ τ τὸ ϲ. ἀπὸ γὰρ τῶν εἰϲ υϲ ὀνομάτων θέλει παράγεϲθαι, ταχύτεροϲ, πλατύτεροϲ, βραχύτεροϲ, ἡδύτεροϲ. ϲημειῶδεϲ ἄρα τὸ ὕϲτεροϲ, μήτε ἀπὸ τῶν εἰϲ υϲ ληγόντων παραχθὲν τριϲύλλαβόν τε ὑπάρχον καὶ ἔχον τὸ ϲ προηγούμενον τοῦ τεροϲ. ἀλλ’ ἴϲωϲ αἴτιον τὸ πάθοϲ, ὡϲ δείκνυται ἐν ἑτέροιϲ, ἔνθα καὶ περὶ τοῦ «κύντερον ἄλλο γυναικόϲ» (λ 427), εἰ καὶ ἔϲτι 25ϲυγκριτικόν· τό τε ἰθύντεροϲ ὑπὲρ τρεῖϲ ἐϲτι ϲυλλαβάϲ, ῥήματι παρακείμενον τῷ ἰθύνω. τὸ δὲ ἐπαϲϲύτερον ὣϲ τότ’ ἐπαϲϲύτεραι Δαναῶν (Δ 427) οὐκ ἔχει φυϲικὸν τὸ υ, ἐκ δὲ τοῦ ἀϲϲοτέρου ἐτράπη, ἀϲϲοτέρω καθίϲαϲα παραὶ πυρί (ρ 572).